Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.117 Joseph. AJ 10.122 (English) >>Joseph. AJ 10.127

10.120

δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν. 10.121ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν. 10.122τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ. 10.123ταῦτʼ ἀκούσας βασιλεὺς καὶ μετανοήσας ἐν τῷ παραδοῦναι τὸν προφήτην τοῖς ἡγεμόσιν ἐκέλευσε τὸν Αἰθίοπα τριάκοντα τῶν βασιλικῶν παραλαβόντα καὶ σχοίνους καὶ πᾶν πρὸς τὴν τοῦ προφήτου σωτηρίαν ἐπινοεῖν χρήσιμον μετὰ σπουδῆς ἀνελκύσαι τὸν Ἱερεμίαν. δʼ Αἰθίοψ παραλαβὼν οὓς ἐπετάγη ἀνέσπασεν ἐκ τοῦ βορβόρου τὸν προφήτην καὶ διαφῆκεν ἀφύλακτον. 10.124

Μεταπεμψαμένου δʼ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δʼ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλʼ ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι, φησί, καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθʼ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ.” τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.117 Joseph. AJ 10.122 (English) >>Joseph. AJ 10.127

Powered by PhiloLogic